Ἀμφοτέρας τὰς τιμίας ἐπιστολὰς διὰ τοῦ ἀγαθοῦ πατριώτου καπετάνιου Φοῦντα Γαλαξειδιώτου, ἀσφαλῶς ἐδεξάμην καὶ τοὺς ἐν αὐταῖς τιμίων σου λόγων ἔγνων. Ἐχεμυθείας ἀδελφέ, μεγίστη χρεία καὶ προφύλαξις περὶ πᾶν διάβημα, οἱ γὰρ χρόνοι πονηροὶ εἰσὶ καὶ ἐν ταῖς φιλοπατριώταις ἔστι καὶ μοχθηρῶν ζύμη, ἀφ’ ἧς, ὡς ψωραλέου προβάτου, φυλάττεσθε. Κακὸν γὰρ πολλοὶ μηχανῶνται διὰ τὸ τῆς φιλοπατρίας ἔγκλημα. Διὰ τὴν ἀγαθὴν ἐξελέξω μερίδα, κοινολογῶν καὶ ἐμπιστευομένοις πατριώταις, τὰ ἐχεμυθείας δεόμενα.
Οἱ Γαλαξειδιῶται, οἷς συνεχῶς ἐπιστέλλεις μοι, πεφροντισμένως ἐνεργοῦσι, καὶ ἀφ’ ὧν ἔγνων ἀδύνατον ἀντὶ παντὸς τιμίου οὐδ’ ἐλάχιστον λόγος ἕρκος ὀδόντων φυγεῖν. Οὐ μόνον τὰ σὰ, ἀλλὰ καὶ τῶν ἐν Μωρέᾳ ἀδελφῶν γράμματα κομίζουσίν μοι. Ἡ τοῦ Παπανδρέου πρᾶξις πατριωτικὴ μὲν τοῖς γιγνώσκουσι τὰ μύχια, κατακρίνουσι δὲ οἱ μὴ εἰδότες τὸν ἄνδρα. Κρύφα ὑπερασπίζου αὐτόν, ἐν φανερῷ δὲ ἄγνοιαν ὑποκρίνου, ἔστι δ’ ὅτε καὶ ἐπίκρινε τοῖς θεοσεβέσιν ἀδελφοῖς καὶ ἀλλοφύλοις, ἰδίᾳ πράϋνον τὸν Βεζύρην λόγοις καὶ ὑποσχέσεσιν, ἀλλὰ μὴ παραδοθήτω εἰς λέοντος στόμα. Ἄσπασαι σὺν ταῖς ἐμαῖς εὐχαῖς τοὺς ἀνδρείους ἀδελφούς, προτρέπων εἰς κρυψίνοιαν διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἀνδρωθήτωσαν ὥσπερ λέοντες καὶ ἡ εὐλογία τοῦ Κυρίου κρατυνεῖ αὐτούς, ἐγγύς δέ ἐστι τὸ τοῦ Σωτῆρος Πάσχα.
Αἱ εὐχαὶ τῆς ἐμῆς μετριότητος ἐπὶ τῆς κεφαλῆς σου, ἀδελφέ μου Ἡσαΐα. Γεώργει ἀκαμάτως καὶ ὄλβια γεώργια δώσει σοι ὁ Πανύψιστος.
Κωνσταντινουπόλει, 28 Δεκ. 1820 † Γρηγόριος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου